Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.167 Joseph. AJ 5.171 (English) >>Joseph. AJ 5.175

5.169γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπʼ ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλʼ ὅταν ἐν κακουργίᾳ τολμηθῶσι. 5.170τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, “ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν αἱ γυναῖκες καὶ αἱ θυγατέρες. 5.171τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως”. 5.172καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.167 Joseph. AJ 5.171 (English) >>Joseph. AJ 5.175

Powered by PhiloLogic